✕
  • ΑΡΧΙΚΗ
  • ΣΥΝΔΕΣΜΟΣ
  • ΕΝΔΙΑΦΕΡΟΝΤΑ ΘΕΜΑΤΑ
  • ΕΚΔΗΛΩΣΕΙΣ
  • ΕΚΔΡΟΜΕΣ
  • Ο.ΓΥ.ΣΩ.
  • ΑΛΛΗΛΟΓΡΑΦΙΑ
  • ΕΠΙΚΟΙΝΩΝΙΑ
  • ΣΥΝΔΕΣΜΟΙ
logo_desktop_retina
.
  • ΑΡΧΙΚΗ
  • ΣΥΝΔΕΣΜΟΣ
  • ΕΝΔΙΑΦΕΡΟΝΤΑ ΘΕΜΑΤΑ
  • ΕΚΔΗΛΩΣΕΙΣ
  • ΕΚΔΡΟΜΕΣ
  • Ο.ΓΥ.ΣΩ.
  • ΑΛΛΗΛΟΓΡΑΦΙΑ
  • ΕΠΙΚΟΙΝΩΝΙΑ
  • ΣΥΝΔΕΣΜΟΙ

 «Ἀναστάσεως ἡμέρα, λαμπρυνθῶμεν λαοί· Πάσχα, Κυρίου Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωὴν καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεὸς ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας».

Καθαρθῶμεν τὰς αἰσθήσεις καὶ ὀψόμεθα, τῷ ἀπροσίτῳ φωτὶ τῆς ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα καὶ χαίρετε φάσκοντα τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες.

Οὐρανοὶ μὲν ἐπαξίως εὐφρανθήτωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος· Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.