Ἐπὶ ξύλου βλέπουσα κρεμάμενον,
Χριστέ, σὲ τῶν πάντων κτίστην καὶ Θεόν,
ἡ σὲ ἀσπόρως τεκοῦσα, ἔβοα πικρῶς·
Υἱέ μου, ποῦ τὸ κάλλος ἔδυ τῆς μορφῆς σου;
οὐ φέρω καθορᾶν σε,
ἀδίκως σταυρούμενον· σπεῦσον οὖν ἀναστῆθι,
ὅπως ἴδω κἀγώ σου τὴν ἐκ νεκρῶν
τριήμερον ἐξανάστασιν.


